Add parallel Print Page Options

22 πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ ὑμῖν. 23 καὶ σύ, Καφαρναούμ, [a]μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ; ἕως ᾅδου [b]καταβήσῃ· ὅτι εἰ ἐν Σοδόμοις [c]ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, [d]ἔμεινεν ἂν μέχρι τῆς σήμερον. 24 πλὴν λέγω ὑμῖν ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ σοί.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:23 μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ WH Treg NIV ] ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:23 καταβήσῃ WH Treg NIV ] καταβιβασθήσῃ RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:23 ἐγενήθησαν WH Treg NIV ] ἐγένοντο RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 11:23 ἔμεινεν WH Treg NIV ] ἔμειναν RP